ζῶσι δὲ καὶ οὗτοι τὸν αὐτὸν τρόπον τοῖς θρεψαμένοις, πότους τὰ πολλὰ ποιούμενοι
καὶ πλησιάζοντες ταῖς γυναιξὶν ἁπάσαις. οὐδὲν δ̓ αἰσχρόν ἐστι Τυρρηνοῖς οὐ μόνον
αὐτοὺς ἐν τῷ μέσῳ τι ποιοῦντας, ἀλλ̓ οὐδὲ πάσχοντας φαίνεσθαι·
